τελευτά
τελευτά, conclusion, end
τελευτά (-ά, -ᾷ, -άν; -αί, -αῖς.)
- a conclusion, end φέρειν γῆρας εὔθυμον ἐς τελευτάν O. 5.22 τοῦτο δʼ ἀμάχανον εὑρεῖν, ὅτι νῦν ἐν καὶ τελευτᾷ φέρτατον ἀνδρὶ τυχεῖν O. 7.26 ἀλλʼ ἤδη τελευτὰν κεῖνος αὐταῖς ἡμιθέων πλόος ἄγαγεν P. 4.210 θνατὰ μεμνάσθω περιστέλλων μέλη, καὶ τελευτὰν ἁπάντων γᾶν ἐπιεσσόμενος N. 11.16 [τελευτάν (v. l. τελετάν, cf. infra d.) fr. 131 ad Θρ. 7 ] οἶδε μὲν βίου τελευτάν, οἶδεν δὲ διόσδοτον ἀρχάν sc. the initiate in the Eleusinian mysteries fr. 137. 2. ναυσιφορήτοις δʼ ἀνδράσι πρώτα χάρις ἐς πλόον ἀρχομένοις πομπαῖον ἐλθεῖν οὖρον· ἐοικότα γὰρ καὶ τελευτᾷ φερτέρου νόστου τυχεῖν P. 1.35
- b consummation ὣς ἄρʼ εἰπὼν ἔντυεν τερπνὰν γάμου κραίνειν τελευτάν P. 9.66
- c conclusion, outcome δεῖξέν τε Κοιρανίδᾳ πᾶσαν τελευτὰν πράγματος O. 13.75 τὸ δὲ πὰρ δίκαν γλυκὺ πικροτάτα μένει τελευτά I. 7.48 θεοῦ δὲ δείξαντος ἀρχάν τελευταί τε καλλίονες fr. 108a. 4.
- d fragg. ]μων τελευταῖς ὀαρίζε[ι Pae. 14.33 Φερσεφόνᾳ ματρί τε χρυσοθρόνῳ θῆ[κ οισι]ν τελευτὰν ἵνʼ ἐς εν[ (τέλος Σ, unde τελετὰν coni. Lobel) P.Oxy. 2622, fr. 1, 5 ad ?fr. 346c.