Ἀτρείδης
Ἀτρείδης, son of Atreus
Could not find Ἀτρεΐδη in Logeion dictionaries.
Ἀτρεΐδη Proper-name noun: masculine vocative singular of Ἀτρείδης
- son of Atreus, Hom., etc.
Atrida, hijo de Atreo ref. a Agamenón o Menelao, ll.cc.
•
Ἀτρειδῶν κάθοδος
regreso de los Atridas
-
…ὧς ἔτι θυμὸν ἐμὸν πείσειʼ Ἀγαμέμνων πρίν γʼ ἀπὸ πᾶσαν ἐμοὶ δόμεναι θυμαλγέα λώβην. κούρην δʼ οὐ γαμέω Ἀγαμέμνονος Ἀτρεΐδαο, οὐδʼ εἰ χρυσείῃ Ἀφροδίτῃ κάλλος ἐρίζοι, ἔργα δʼ Ἀθηναίῃ γλαυκώπιδι ἰσοφαρίζοι · οὐδέ μιν ὧς γαμέω · ὃ…
Homer, Iliad
-
…εἷσεν ἄγων · ἐν δʼ ἀρχὸς ἔβη πολύμητις Ὀδυσσεύς. οἳ μὲν ἔπειτʼ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα, λαοὺς δʼ Ἀτρεΐδης ἀπολυμαίνεσθαι ἄνωγεν · οἳ δʼ ἀπελυμαίνοντο καὶ εἰς ἅλα λύματα βάλλον, ἕρδον δʼ Ἀπόλλωνι τεληέσσας ἑκατόμβας ταύρων ἠδʼ αἰγῶν…
Homer, Iliad
-
…νηὸς ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσεν. ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπεν · Ἀτρεΐδη, τί με ταῦτα διείρεαι ; οὐδέ τί σε χρὴ ἴδμεναι, οὐδὲ δαῆναι ἐμὸν νόον · οὐδέ σέ φημι…
Homer, Odyssey
-
…με πλούτου τοῦ παρόντος εἴ τινες δόλοισι βουλεύουσιν ἐκβαλεῖν, ἐφῇς, ἀλλʼ ὧδέ μʼ αἰεὶ ζῶσαν ἀβλαβεῖ βίῳ δόμους Ἀτρειδῶν σκῆπτρά τʼ ἀμφέπειν τάδε, φίλοισί τε ξυνοῦσαν οἷς ξύνειμι νῦν εὐημεροῦσαν καὶ τέκνων ὅσων ἐμοὶ δύσνοια μὴ πρόσεστιν ἢ…
Sophocles, Electra
-
…θυμὸν ἀμύμονος Ἀντιλόχοιο, τόν ῥʼ Ἠοῦς ἔκτεινε φαεινῆς ἀγλαὸς υἱός · τοῦ ὅ γʼ ἐπιμνησθεὶς ἔπεα πτερόεντʼ ἀγόρευεν · Ἀτρεΐδη, περὶ μέν σε βροτῶν πεπνυμένον εἶναι Νέστωρ φάσχʼ ὁ γέρων, ὅτʼ ἐπιμνησαίμεθα σεῖο οἷσιν ἐνὶ μεγάροισι, καὶ…
Homer, Odyssey
-
…φέρων τʼ ἀπερείσιʼ ἄποινα, στέμματʼ ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος χρυσέῳ ἀνὰ σκήπτρῳ, καὶ λίσσετο πάντας Ἀχαιούς, Ἀτρεΐδα δὲ μάλιστα δύω κοσμήτορε λαῶν. ἔνθʼ ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ αἰδεῖσθαί θʼ ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα ·…
Homer, Iliad
-
…θεοὺς μὲν αἰτῶ τῶνδʼ ἀπαλλαγὴν πόνων φρουρᾶς ἐτείας μῆκος, ἣν κοιμώμενος στέγαις Ἀτρειδῶν ἄγκαθεν, κυνὸς δίκην, ἄστρων κάτοιδα νυκτέρων ὁμήγυριν, καὶ τοὺς φέροντας χεῖμα καὶ θέρος βροτοῖς λαμπροὺς δυνάστας ,…
Aeschylus, Agamemnon
-
…δὲ παρʼ Ἴλου σῆμα παλαιοῦ Δαρδανίδαο μέσσον κὰπ πεδίον παρʼ ἐρινεὸν ἐσσεύοντο ἱέμενοι πόλιος · ὃ δὲ κεκλήγων ἕπετʼ αἰεὶ Ἀτρεΐδης, λύθρῳ δὲ παλάσσετο χεῖρας ἀάπτους. ἀλλʼ ὅτε δὴ Σκαιάς τε πύλας καὶ φηγὸν ἵκοντο, ἔνθʼ ἄρα δὴ…
Homer, Iliad
-
…ἐληλυθώς, εἰ μὴ ξυνάψων, ἀλλὰ συλλύσων πάρει. τί δʼ ἔστιν, ἄνδρες ; τηλόθεν γὰρ ᾐσθόμην βοὴν Ἀτρειδῶν τῷδʼ ἐπʼ ἀλκίμῳ νεκρῷ. οὐ γὰρ κλύοντές ἐσμεν αἰσχίστους λόγους, ἄναξ Ὀδυσσεῦ, τοῦδʼ ὑπʼ ἀνδρὸς ἀρτίως ;…
Sophocles, Ajax
-
…ἵππους τε ζεύγνυντʼ ἀνά θʼ ἅρματα ποικίλʼ ἔβαινον, ἐκ δʼ ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου. τοὺς δὲ μετʼ Ἀτρεΐδης ἔκιε ξανθὸς Μενέλαος, οἶνον ἔχων ἐν χειρὶ μελίφρονα δεξιτερῆφι, ἐν δέπαϊ χρυσέῳ, ὄφρα λείψαντε κιοίτην. στῆ…
Homer, Odyssey