μεταμέλομαι
μεταμέλομαι, feel repentance, regret
- feel repentance, regret:—Constr.:
- 1 c. part., μετεμέλοντο οὐ δεξάμενοι they repented that they had not . ., Th. 4.27, cf. 7.50; μ. ὅτι . . Id. 5.14; ὁ μεταμελόμενος Arist. EN 1110b23.
- 2 μεταμέλεσθαί τινι repent at a thing, D.S. 15.9; ἐπί τινι Id. 19.75; τινων Phalar. Ep. 43.
- 3 abs., change oneʼs purpose or line of conduct, X. Cyr. 4.6.5, Plb. 4.50.6.
- II causal in fut. part., τὸ μεταμελησόμενον that which will cause regret, matter for future repentance, X. Mem. 2.6.23.
- III = μεταμέλει I.1, μεταμέλεσθαι αὐτοῖς περὶ ὧν ἂν συμβουλεύσωνται Pl. Demod. 382d.:—the form μεταμελέομαι, censured by Thom.Mag. p.123 R., occurs in Hp. Ep. 27.
Strong 3338
depon., pass., to regret, repent one: Mt 21:30, 32 27:3, II Co 7:8, He 7:21
(LXX).†
-
…τἀληθῆ λέγειν ᾠχόμην ἐκ τῆς πόλεως. ἐπειδὴ δὲ ᾤμην ἱκανὸν εἶναι τὸν χρόνον Σίμωνι ἐπιλαθέσθαι μὲν τοῦ νεανίσκου, μεταμελῆσαι δὲ τῶν πρότερον ἡμαρτημένων, ἀφικνοῦμαι πάλιν. κἀγὼ μὲν ᾠχόμην εἰς Πειραιᾶ, οὗτος δʼ αἰσθόμενος εὐθέως ἥκοντα τὸν…
Lysias, Speeches
-
…καὶ οἱ μετʼ αὐτοῦ ἐλθόντες, ἐπὶ παῖδας κόρας καὶ ὀρφανὰς εἰσιόντα, ἐξήλασαν βίᾳ. καὶ τοσούτου ἐδέησεν αὐτῷ μεταμελῆσαι τῶν ὑβρισμένων, ὥστε ἐξευρὼν οὗ ἐδειπνοῦμεν ἀτοπώτατον πρᾶγμα καὶ ἀπιστότατον ἐποίησεν, εἰ μή τις εἰδείη τὴν τούτου μανίαν…
Lysias, Speeches
-
…ὑμεῖς τῶν ἄλλων ἀκούειν. ἀλλʼ οὔτε τότε ᾠήθην δεῖν ἕνεκα τοῦ κινδύνου πρᾶξαι οὐδὲν ἀνελεύθερον, οὔτε νῦν μοι μεταμέλει οὕτως ἀπολογησαμένῳ, ἀλλὰ πολὺ μᾶλλον αἱροῦμαι ὧδε ἀπολογησάμενος τεθνάναι ἢ ἐκείνως ζῆν. οὔτε γὰρ ἐν δίκῃ οὔτʼ ἐν…
Plato, Apology
-
…ἢ ἐκ λοιδορίας ἢ περὶ ἑταίρας μαχόμενοι ἕλκος ἔλαβον, εἰ ὑπὲρ τούτων ὧν, ἐπειδὰν βέλτιον φρονήσωσιν, ἅπασι μεταμέλει, οὕτως καὶ ὑμεῖς μεγάλας καὶ δεινὰς τὰς τιμωρίας ποιήσεσθε, ὥστε ἐξελαύνειν τινὰς τῶν πολιτῶν ἐκ τῆς πατρίδος .…
Lysias, Speeches
-
…εἶναι κατεσκευάσατο · καὶ νεὼς καὶ ἐς ἐμὲ ἦσαν οἶκοι καὶ πρὸς τῷ μεγίστῳ λιμένι τάφος Θεμιστοκλέους. φασὶ γὰρ μεταμελῆσαι τῶν ἐς Θεμιστοκλέα Ἀθηναίοις καὶ ὡς οἱ προσήκοντες τὰ ὀστᾶ κομίσαιεν ἐκ Μαγνησίας ἀνελόντες · φαίνονται δὲ οἱ παῖδες οἱ…
Pausanias, Description of Greece
-
…ποταμοῦ Ἀσίης ἐπʼ ἔτεα τριήκοντα καὶ ἑκατὸν δυῶν δέοντα, πάρεξ ἢ ὅσον οἱ Σκύθαι ἦρχον. ὑστέρῳ μέντοι χρόνῳ μετεμέλησέ τέ σφι ταῦτα ποιήσασι καὶ ἀπέστησαν ἀπὸ Δαρείου, ἀποστάντες δὲ ὀπίσω κατεστράφθησαν μάχῃ νικηθέντες. τότε δὲ ἐπὶ Ἀστυάγεος…
Herodotus, The Histories
-
…μετὰ ταῦτα κατεψηφίσαντο τῶν ναυμαχησάντων στρατηγῶν ὀκτὼ ὄντων · ἀπέθανον δὲ οἱ παρόντες ἕξ. καὶ οὐ πολλῷ χρόνῳ ὕστερον μετέμελε τοῖς Ἀθηναίοις, καὶ ἐψηφίσαντο, οἵτινες τὸν δῆμον ἐξηπάτησαν, προβολὰς αὐτῶν εἶναι, καὶ ἐγγυητὰς καταστῆσαι, ἕως…
Xenophon, Hellenica
-
…τὴν βουλὴν ἔπεισεν εἰς τὸν δῆμον εἰσενεγκεῖν μιᾷ ψήφῳ ; ἀλλʼ ἴσως ἄν τινα καὶ οὐκ αἴτιον ὄντα ἀποκτείναιτε, μεταμελήσει δὴ ὕστερον. ἀναμνήσθητε ὡς ἀλγεινὸν καὶ ἀνωφελὲς ἤδη ἐστί, πρὸς δʼ ἔτι καὶ περὶ θανάτου ἀνθρώπου ἡμαρτηκότες .…
Xenophon, Hellenica
-
…τάφοις τότε τοῖς τἀμὰ παρβαίνουσι νῦν ὁρκώματα ἀμηχάνοισι πράξομεν δυσπραξίαις, ὁδοὺς ἀθύμους καὶ παρόρνιθας πόρους τιθέντες, ὡς αὐτοῖσι μεταμέλῃ πόνος · ὀρθουμένων δέ, καὶ πόλιν τὴν Παλλάδος τιμῶσιν αἰεὶ τήνδε συμμάχῳ δορί, αὐτοῖσιν ἡμεῖς ἐσμεν εὐμενέστεροι .…
Aeschylus, Eumenides
-
…ὦσι Λέσβῳ πάσῃ πολεμεῖν. καὶ ἀνοκωχὴν ποιησάμενοι πέμπουσιν ἐς τὰς Ἀθήνας οἱ Μυτιληναῖοι τῶν τε διαβαλλόντων ἕνα, ᾧ μετέμελεν ἤδη, καὶ ἄλλους, εἴ πως πείσειαν τὰς ναῦς ἀπελθεῖν ὡς σφῶν οὐδὲν νεωτεριούντων. ἐν τούτῳ δὲ ἀποστέλλουσι…
Thucydides, The Peloponnesian War