ὦμος
ὦμος, shoulder (with the upper arm)
Could not find Ὤμου in Logeion dictionaries.
Ὤμου Noun: masculine genitive singular of ὦμος
- the shoulder with the upper arm (ὠλένη being the lower), ξίφεϊ κληῗδα παρʼ ὦμον πλῆξʼ, ἀπὸ δʼ αὐχένος ὦμον ἐέργαθεν ἠδʼ ἀπὸ νώτου Il. 5.146, cf. 8.325, Hdt. 4.62; μεταφρένῳ ἐν δόρυ πῆξεν ὤμων μεσσηγύς Il. 5.41; τεύχεʼ ἀπʼ ὤμων συλήσειν 15.544; ὦμος στιβαρός, ὦμοι ἴφθιμοι, 5.400, 18.204; εὐρέες 3.210; κυρτώ 2.217; ἀμφʼ ὤμοισιν ἔχει σάκος 11.527, cf. S. Fr. 453; ἐπʼ ὤμου . . φέρειν Od. 10.170, cf. Isoc. 19.39; ἀρεῖτʼ ἐπʼ ὤμου Herod. 3.61; κατʼ ὤμου δεῖρον ib. 3; ἐπʼ ὤμων πατέρʼ ἔχων S. Fr. 373; τὰ ὦτα ἐπὶ τῶν ὤμων ἔχειν Pl. R. 613c; ὤμοισι φόρησεν Il. 19.11; ἑλὼν . . σάκος ὤμῳ 15.474; ὤμῳ or ὤμοισιν ἔχειν, 14.376, 1.45, al.; ὤμοις or ἐπʼ ὤμοις φέρειν, S. Fr. 454, Tr 564; ἔχειν ἀνὰ φαιδίμῳ ὤμῳ Od. 11.128, 23.275; λαβὼν . . ὦμον εἰς ἀριστερόν E. IT 1381; ἐπʼ ὤμοις θεῖναι Id. Ba. 755; κίονʼ οὐρανοῦ . . ὤμοις ἐρείδων A. Pr. 350; ὤμοισι τοῖσι ἐμοῖσι ‘by the strength of mine arms’, Hdt. 2.106; ἀποστρέψαι τὸν ὦ. to dislocate it, Ar. Eq. 263 (troch.); ὁ δʼ ὦμος . . πιέζεται Id. Ra. 30; τὸν ὦμον θλίβομαι Id. Fr. 323: pl. for sg., ὤμοις ἀριστεροῖσιν ἀνακλάσας δέρην E. Or. 1471.
- b the shoulder is sts. more exactly specified as πρυμνότατος or πρυμνὸς ὦμος, Od. 17.462, 504; νείατος ὦ. Il. 15.341, 17.310; sts. opp. χείρ (the arm), χεῖρες ὤμων . . ἐπαΐσσονται 23.628; τῶν ἑκατὸν μὲν χεῖρες ἀπʼ μων ἀΐσσοντο Hes. Th. 150; τοὺς ὤμους ἀποταμόντες σὺν τῇσι χερσί (arms) Hdt. 4.62; ἀποταμόντα ἐν τῷ ὤμῳ τὴν χεῖρα Id. 2.121.εʹ, cf. E. Ba. 1127, Arist. HA 493b26.
- 2 also of animals. as of a horse, Il. 6.510, 15.267, X. Eq. 8.6; of a lion, Hes. Sc. 430; of a dog, X. Cyn. 4.1; of crabs, Batr. 296; of birds, Plu. Sollert. 2.983b; of ants, Gp. 13.10.14.
- 3 the shoulder, in a dress, ἐπὶ τῶν ὤμων τῆς ἐπωμίδος LXX Ex. 28.12, cf. 25(29); ἐπὶ τῷ ὤμῳ τοῦ χιτῶνος ὑποθέντες Aen.Tact. 31.23 codd. (ἐπὶ τῇ ᾤᾳ cj. Haupt).
- II metaph. of the parts below the top or head of any thing, esp. of the fork of a vine (cf. ὠμοχάραξ), Gp. 4.12.4; of the womb, Heroph. ap. Gal. 4.596, cf. Ruf. Onom. 195. (Cf. Lat. umerus (fr. *omesos), Goth. ams (stem amsa-), Skt. áṃsas, also Aeol. ἐπ-ομμάδιος, and (non-Greek) ἀμέσω Hsch.)
-ου, ὁ.
- 1
One of the shoulders, one’s shoulder; in dual and pl., the shoulders, one’s shoulders : τόξʼ ὤμοισιν ἔχων Il. 1.45, τώ οἱ ὤμω κυρτώ Il. 2.217, διʼ ὤμου ἔγχος ἦλθεν Il. 4.481. Cf. Il. 1.46, Il. 3.17, Il. 5.7, 46, 622, Il. 7.16, Il. 11.593, etc. : Od. 2.3, Od. 4.245, Od. 6.219, Od. 8.416, 528, Od. 10.170, 262, 362, etc.
Of animals. Of horses Il. 6.510= Il. 15.267, Il. 16.468.
Of a wild boar Od. 19.452.
- 2
Regarded as a seat of strength : ἐν βίην ὤμοισιν ἔθηκεν Il. 17.569.
- 1
- 1shoulder ἐλέφαντι φαίδιμον ὦμον κεκαδμένον (sc. Πέλοπα) O. 1.27
- 1Lat. humerus, the shoulder with the upper arm (ὠλένη, ulna, being the lower), ἐπʼ ὤμου φέρειν Od.; ὤμοισι φορέειν Il.; ἔχειν ἀνὰ ὤμῳ Od.; ὤμοισι τοῖς ἐμοῖσι "by the strength of mine arms, " Hdt.; ἀποστρέφειν τὸν ὦ. to dislocate it, Ar.
- 2also of animals, as of a horse, Lat. armus, Il., Xen.
-
…ἕλκε κατὰ κρατερὴν ὑσμίνην ἥρως Ἰδομενεύς · τῷ δʼ Ἄσιος ἦλθʼ ἐπαμύντωρ πεζὸς πρόσθʼ ἵππων · τὼ δὲ πνείοντε κατʼ ὤμων αἰὲν ἔχʼ ἡνίοχος θεράπων · ὃ δὲ ἵετο θυμῷ Ἰδομενῆα βαλεῖν · ὃ δέ μιν φθάμενος βάλε δουρὶ λαιμὸν ὑπʼ…
Homer, Iliad
-
…οὐδʼ ἔτι φημὶ Ἕκτορα Πριαμίδην μενέειν μάλα περ μεμαῶτα. ὃς δέ κʼ ἀνὴρ μενέχαρμος, ἔχει δʼ ὀλίγον σάκος ὤμῳ, χείρονι φωτὶ δότω, ὃ δʼ ἐν ἀσπίδι μείζονι δύτω. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα…
Homer, Iliad
-
…λάβωμεν ἀσπίδα Νεστορέην, τῆς νῦν κλέος οὐρανὸν ἵκει πᾶσαν χρυσείην ἔμεναι, κανόνας τε καὶ αὐτήν, αὐτὰρ ἀπʼ ὤμοιιν Διομήδεος ἱπποδάμοιο δαιδάλεον θώρηκα, τὸν Ἥφαιστος κάμε τεύχων. εἰ τούτω κε λάβοιμεν, ἐελποίμην κεν Ἀχαιοὺς αὐτονυχὶ νηῶν…
Homer, Iliad
-
…Τρώων ἕλεν ἄνδρα κορυστὴν Φραδμονίδην Ἀγέλαον · ὃ μὲν φύγαδʼ ἔτραπεν ἵππους · τῷ δὲ μεταστρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν · ἤριπε δʼ ἐξ ὀχέων, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ. τὸν δὲ…
Homer, Iliad
-
…αὐτὰρ Ὀδυσσεὺς ζώσατο μὲν ῥάκεσιν περὶ μήδεα, φαῖνε δὲ μηροὺς καλούς τε μεγάλους τε, φάνεν δέ οἱ εὐρέες ὦμοι στήθεά τε στιβαροί τε βραχίονες · αὐτὰρ Ἀθήνη ἄγχι παρισταμένη μέλεʼ ἤλδανε ποιμένι λαῶν. μνηστῆρες δʼ ἄρα πάντες ὑπερφιάλως…
Homer, Odyssey
-
…δʼ οἴη μίμνε παραὶ Διὶ τερπικεραύνῳ, ἥ ῥα βιόν τʼ ἐχάλασσε καὶ ἐκλήϊσε φαρέτρην, καί οἱ ἀπʼ ἰφθίμων ὤμων χείρεσσιν ἑλοῦσα τόξον ἀνεκρέμασε πρὸς κίονα πατρὸς ἑοῖο πασσάλου ἐκ χρυσέου · τὸν δʼ εἰς θρόνον εἷσεν ἄγουσα. τῷ…
NA, Homeric Hymns
-
…; οἷον πρὸς Τρῶας μάχεαι πρώτῳ ἐν ὁμίλῳ μοῦνος · ἀτάρ τοι ἑταῖρος ἀπέκτατο, τεύχεα δʼ Ἕκτωρ αὐτὸς ἔχων ὤμοισιν ἀγάλλεται Αἰακίδαο. τὸν δʼ αὖτʼ Αὐτομέδων προσέφη Διώρεος υἱός · Ἀλκίμεδον τίς γάρ τοι Ἀχαιῶν ἄλλος ὁμοῖος ἵππων ἀθανάτων…
Homer, Iliad
-
…Κὴρ ἄλλον ζωὸν ἔχουσα νεούτατον, ἄλλον ἄουτον, ἄλλον τεθνηῶτα κατὰ μόθον ἕλκε ποδοῖιν. εἷμα δʼ ἔχʼ ἄμφʼ ὤμοισι δαφοινεὸν αἵματι φωτῶν, δεινὸν δερκομένη καναχῇσί τε βεβρυχυῖα. ἐν δʼ ὀφίων κεφαλαὶ δεινῶν ἔσαν, οὔ τι φατειῶν…
Hesiod, Shield of Heracles
-
…τὸν θνήσκοντα καὶ ἀσπαίροντα ἰδοῦσα ἀμφʼ αὐτῷ χυμένη λίγα κωκύει · οἱ δέ τʼ ὄπισθε κόπτοντες δούρεσσι μετάφρενον ἠδὲ καὶ ὤμους εἴρερον εἰσανάγουσι, πόνον τʼ ἐχέμεν καὶ ὀιζύν · τῆς δʼ ἐλεεινοτάτῳ ἄχεϊ φθινύθουσι παρειαί · ὣς Ὀδυσεὺς ἐλεεινὸν ὑπʼ…
Homer, Odyssey
-
…φάτνῃ δεσμὸν ἀπορρήξας θείῃ πεδίοιο κροαίνων εἰωθὼς λούεσθαι ἐϋρρεῖος ποταμοῖο κυδιόων · ὑψοῦ δὲ κάρη ἔχει, ἀμφὶ δὲ χαῖται ὤμοις ἀΐσσονται · ὃ δʼ ἀγλαΐηφι πεποιθὼς ῥίμφά ἑ γοῦνα φέρει μετά τʼ ἤθεα καὶ νομὸν ἵππων · ὣς υἱὸς Πριάμοιο…
Homer, Iliad