κακουργέω
κακουργέω, to do evil, work wickedness, deal basely
- do evil, work wickedness, E. Or. 823 (lyr.), etc.; κ. τι Antipho 2.3.2; μηδὲν κ. Pl. Prt. 326a; περί τινας Id. R. 416d; ἵππος ἢν κακουργῇ be vicious, X. Oec. 3.11; ἀδικεῖν καὶ κ. Ar. Nu. 1175; κ. καὶ ἐξαμαρτάνειν Pl. Hp.Mi. 375d:—Pass., εὗρέν τι -ηθέν found that a fraud had been committed, POxy. 1468.19 (iii A.D.).
- 2 of discussion, κ. ἐν τοῖς λόγοις use captious or unfair arguments, Pl. Grg. 489b, cf. 483a, Arist. Rh. 1404b39.
- 3 of things, ὁ . . ἱδρὼς κακουργεῖ X. Mem. 1.4.6.
- II c. acc. pers., maltreat, injure, A. Fr. 266, E. Supp. 537; κ. ἀλλήλους καὶ ἀδικεῖν Pl. Lg. 679e.
- 2 c. acc. rei, ravage a country, τὴν Εὔβοιαν Th. 2.32, cf. 3.1; κ. τὴν χώραν καὶ τὰ κτήματα Pl. Lg. 760e, etc.; κ. τὸν λόγον spoil the argument, Id. R. 338d.
- 3 corrupt, falsify, τοὺς νόμους D. 24.65:—Pass., τὰ ἀληθῆ καὶ μὴ κακουργούμενα τῶν πραγμάτων Id. 31.8.
- 4 c. dat., κ. τοῖς προβάτοις, of dogs, Pl. R. 416a.
1. kwaad doen, onrecht plegen:
2. mishandelen, schaden,
- Ito do evil, work wickedness, deal basely, Eur., etc.; of a horse, to be vicious, Xen.
- IIc. acc. pers. to do evil or mischief to one, to maltreat, Eur., Plat.:— to ravage a country, Thuc.: — to corrupt, falsify, τοὺς νόμους Dem.
-
…. βουλοίμην ἄν, ὦ Σώκρατες, ἀλλʼ ὀρρωδῶ μὴ τοὐναντίον γένηται · ἀτεχνῶς γάρ μοι δοκεῖ ἀφʼ ἑστίας ἄρχεσθαι κακουργεῖν τὴν πόλιν, ἐπιχειρῶν ἀδικεῖν σέ. καί μοι λέγε, τί καὶ ποιοῦντά σέ φησι διαφθείρειν τοὺς νέους ;…
Plato, Euthyphro
-
…; εὖ μὲν οὖν οἶδα, ἔφη. καὶ οὐδέν γέ σοι πλέον ἔσται · οὔτε γὰρ ἄν με λάθοις κακουργῶν, οὔτε μὴ λαθὼν βιάσασθαι τῷ λόγῳ δύναιο. οὐδέ γʼ ἂν ἐπιχειρήσαιμι, ἦν δʼ ἐγώ, ὦ μακάριε…
Plato, Republic
-
…ἐκείνου συμφέρον ἅμα καὶ δίκαιον. βδελυρὸς γὰρ εἶ, ἔφη, ὦ Σώκρατες, καὶ ταύτῃ ὑπολαμβάνεις ᾗ ἂν κακουργήσαις μάλιστα τὸν λόγον. οὐδαμῶς, ὦ ἄριστε, ἦν δʼ ἐγώ · ἀλλὰ σαφέστερον εἰπὲ τί λέγεις. εἶτʼ…
Plato, Republic
-
…τοιοῦτος γενέσθαι. οἵ τʼ αὖ κιθαρισταί, ἕτερα τοιαῦτα, σωφροσύνης τε ἐπιμελοῦνται καὶ ὅπως ἂν οἱ νέοι μηδὲν κακουργῶσιν · πρὸς δὲ τούτοις, ἐπειδὰν κιθαρίζειν μάθωσιν, ἄλλων αὖ ποιητῶν ἀγαθῶν ποιήματα διδάσκουσι μελοποιῶν, εἰς τὰ κιθαρίσματα…
Plato, Protagoras
-
…Θρασύμαχε · δοκῶ σοι συκοφαντεῖν ; πάνυ μὲν οὖν, ἔφη. οἴει γάρ με ἐξ ἐπιβουλῆς ἐν τοῖς λόγοις κακουργοῦντά σε ἐρέσθαι ὡς ἠρόμην ; εὖ μὲν οὖν οἶδα, ἔφη. καὶ οὐδέν γέ σοι πλέον ἔσται · οὔτε…
Plato, Republic
-
…ἀνταδικεῖν, ὡς οἱ πολλοὶ οἴονται, ἐπειδή γε οὐδαμῶς δεῖ ἀδικεῖν. οὐ φαίνεται. τί δὲ δή ; κακουργεῖν δεῖ, ὦ Κρίτων, ἢ οὔ ; οὐ δεῖ δήπου, ὦ Σώκρατες. τί δέ ; ἀντικακουργεῖν κακῶς…
Plato, Crito
-
…κρείττονος ὄντος δίκαιον ἔσται τῷ ἥττονι ποιεῖν. τὸν τῷ ἀκριβεστάτῳ, ἔφη, λόγῳ ἄρχοντα ὄντα. πρὸς ταῦτα κακούργει καὶ συκοφάντει, εἴ τι δύνασαι οὐδέν σου παρίεμαι ἀλλʼ οὐ μὴ οἷός τʼ ᾖς. οἴει γὰρ ἄν με…
Plato, Republic
-
…ἡ ἐπὶ Λοκροῖς τοῖς Ὀπουντίοις νῆσος ἐρήμη πρότερον οὖσα, τοῦ μὴ λῃστὰς ἐκπλέοντας ἐξ Ὀποῦντος καὶ τῆς ἄλλης Λοκρίδος κακουργεῖν τὴν Εὔβοιαν. ταῦτα μὲν ἐν τῷ θέρει τούτῳ μετὰ τὴν Πελοποννησίων ἐκ τῆς Ἀττικῆς ἀναχώρησιν ἐγένετο. τοῦ δʼ…
Thucydides, The Peloponnesian War
-
…εἶχεν. ἱππέας μέντοι ἐξέπεμπεν αἰεὶ τοῦ μὴ προδρόμους ἀπὸ τῆς στρατιᾶς ἐσπίπτοντας ἐς τοὺς ἀγροὺς τοὺς ἐγγὺς τῆς πόλεως κακουργεῖν · καὶ ἱππομαχία τις ἐγένετο βραχεῖα ἐν Φρυγίοις τῶν τε Ἀθηναίων τέλει ἑνὶ τῶν ἱππέων καὶ Θεσσαλοῖς μετʼ αὐτῶν πρὸς…
Thucydides, The Peloponnesian War
-
…δὲ λαβόντες ἐκόμισαν ἐς τὰς Ἀθήνας. ἀφικομένων δὲ αὐτῶν δείσαντες οἱ Ἀθηναῖοι τὸν Ἀριστέα μὴ αὖθις σφᾶς ἔτι πλείω κακουργῇ διαφυγών, ὅτι καὶ πρὸ τούτων τὰ τῆς Ποτειδαίας καὶ τῶν ἐπὶ Θρᾴκης πάντα ἐφαίνετο πράξας, ἀκρίτους καὶ βουλομένους…
Thucydides, The Peloponnesian War