καραδοκέω
καραδοκέω, to watch eagerly, anxiously (for the outcome)
- wait for the outcome of, κ. τὴν μάχην, τὸν πόλεμον τῇ πεσέεται, wait to see how the battle will end, Hdt. 7.163, 168; τὸν πόλεμον κῇ ἀποβήσεται Id. 8.67; τἀκεῖθεν οἷ προβήσεται E. Med. 1117; ἀδήλους ἐλπίδας Trag.Adesp. 16; τἀνθένδε E. Heracl. 279; ἀγῶνας Id. Hel. 739; κ. ὅταν στράτευμα . . ἐξιῇ κάλως Id. Tr. 93: simply, wait for, αὔραν ἱστίοις κ. ib. 456 (troch.); παρουσίαν τινός Id. IA 1432; τἀπιόντα τραύματα Id. IT 313, etc.; τὰ προσταχθησόμενα X. Mem. 3.5.6: freq. in later Prose, κ. τὸν καιρόν Plb. 1.33.11, al.; τὸ μέλλον Cic. Att. 9.10.8; τινα Zos. 3.15, PMasp. 2.2 (vi A.D.); also κ. εἴς τινα look expectantly at one, Ar. Eq. 663.
- to watch with outstretched head, i. e. to watch eagerly or anxiously, Hdt., Eur., Xen.: —also, κ. εἴς τινα to look eagerly at one, Ar.
-
…καὶ τοὺς πεζοὺς μαχόμενοι, ταχέως μετενόησαν. κρίναντες οὖν ναυμαχεῖν, διέταττον τὰς ναῦς καὶ τὸν τῶν πολεμίων ἐπίπλουν ἐκαραδόκουν. Λεπτίνης δὲ τριάκοντα ναυσὶ ταῖς ἀρίσταις πολὺ τῶν ἄλλων προάγων, οὐκ ἀνάνδρως μέν, ἀβούλως δὲ διηγωνίσατο .…
Diodorus Siculus, Library
-
…Ἀντιοχεῦσι καὶ τοῖς κατὰ Κοίλην Συρίαν καὶ Φοινίκην. Ὁ μὲν οὖν Ἀχαιὸς ἐπί τινος τοιαύτης προσδοκίας καὶ διαλογισμῶν ὑπάρχων ἐκαραδόκει τὴν παρουσίαν τοῦ Βώλιδος · οἱ δὲ περὶ τὸν Μελαγκόμαν ἀποδεξάμενοι τὸν Ἀριανὸν καὶ τὰς ἐπιστολὰς ἀναγνόντες, ἐξέπεμπον τὸν…
Polybius, Histories
-
…γραφῇ ταύτῃ. Ἀννίβας δὲ πάντα προνοηθεὶς περὶ τῆς ἀσφαλείας τῶν τε κατὰ Λιβύην πραγμάτων καὶ τῶν ἐν Ἰβηρίᾳ λοιπὸν ἐκαραδόκει καὶ προσεδέχετο τοὺς παρὰ τῶν Κελτῶν πρὸς αὐτὸν ἀποστελλομένους · σαφῶς γὰρ ἐξητάκει καὶ τὴν ἀρετὴν τῆς ὑπὸ τὰς Ἄλπεις…
Polybius, Histories
-
…οἱ μὲν εἵλοντο γνησίως τὴν συμμαχίαν, οἱ δὲ παρῆγον ἐφʼ ἱκανὸν χρόνον, ἀντεχόμενοι τῆς ἰδίας μόνον ἀσφαλείας καὶ καραδοκοῦντες τὸ τοῦ πολέμου τέλος · Ἀργεῖοι δὲ πρέσβεις ἀποστείλαντες εἰς τὸ κοινὸν συνέδριον ἐπηγγέλλοντο συμμαχήσειν, ἐὰν αὐτοῖς μέρος τι…
Diodorus Siculus, Library
-
…πόνον βάλλων ἀράσσων. ἅτερος δὲ τοῖν ξένοιν ἀφρόν τʼ ἀπέψη σώματός τʼ ἐτημέλει πέπλων τε προυκάλυπτεν εὐπήνους ὑφάς, καραδοκῶν μὲν τἀπιόντα τραύματα, φίλον δὲ θεραπείαισιν ἄνδρʼ εὐεργετῶν. ἔμφρων δʼ ἀνᾴξας ὁ ξένος πεσήματος ἔγνω κλύδωνα πολεμίων προσκείμενον…
Euripides, Iphigenia in Tauris
-
…δύναμιν ἐν τῇ Σκοτούσῃ πάλιν ἀπέλειπε, μετὰ δὲ τῶν εὐζώνων καὶ τῆς βασιλικῆς ἴλης εἰς Δημητριάδα καταλύσας ἔμενε, καραδοκῶν τὰς τῶν ἐναντίων ἐπιβολάς. ἵνα δὲ μηδὲν αὐτὸν λανθάνῃ τῶν πραττομένων, διεπέμψατο πρὸς Πεπαρηθίους καὶ πρὸς τοὺς ἐπὶ…
Polybius, Histories
-
…, σαφῶς ἐπεγνωκότες ὅτι περὶ τῶν Ἑλληνικῶν ὁ Τίτος οὐδεμίαν ἐντολὴν ἔχει παρὰ τῆς συγκλήτου, τὴν ἡσυχίαν εἶχον, καραδοκοῦντες αὐτοῦ τὴν παρουσίαν. ἐπεὶ δὲ καταπλεύσας εἰς Ναύπακτον ἔγραψε τῷ στρατηγῷ καὶ τοῖς δαμιουργοῖς τῶν Ἀχαιῶν, κελεύων συνάγειν…
Polybius, Histories
-
…ἄναξ. ποῦ σκάφος τὸ τοῦ στρατηγοῦ ; ποῖ ποτʼ ἐμβαίνειν με χρή ; οὐκέτʼ ἂν φθάνοις ἂν αὔραν ἱστίοις καραδοκῶν, ὡς μίαν τριῶν Ἐρινὺν τῆσδέ μʼ ἐξάξων χθονός. χαῖρέ μοι, μῆτερ · δακρύσῃς μηδέν · ὦ φίλη…
Euripides, Trojan Women
-
…προσπεσούσης οὖν τῆς Ἀσδρούβου τελευτῆς, ᾧ μετὰ τὸν Ἀμίλκου θάνατον ἐνεχείρισαν τὰ κατὰ τὴν Ἰβηρίαν, τὸ μὲν πρῶτον ἐκαραδόκουν τὰς τῶν δυνάμεων ὁρμάς · ἀφικομένης δὲ τῆς ἀγγελίας ἐκ τῶν στρατοπέδων ὅτι συμβαίνει τὰς δυνάμεις ὁμοθυμαδὸν ᾑρῆσθαι στρατηγὸν Ἀννίβαν…
Polybius, Histories
-
…ἐκθέμενοι, κηρύγματος ἔχουσαν διάθεσιν τοῖς βουλομένοις ἕνεκεν Ῥωμαίων ἀφίστασθαι τῆς τῶν Ἀχαιῶν πολιτείας, λοιπὸν τοὺς πρεσβευτὰς παρακατεῖχον, καραδοκοῦντες τὰ κατὰ τὴν Μεσσήνην, πῶς προχωρήσει τοῖς Ἀχαιοῖς. καὶ τὰ μὲν κατὰ τὴν Ἰταλίαν ἐν τούτοις ἦν .…
Polybius, Histories