ποι
ποι, ποι, to some place
- 1in some way (v. Wackernagel, Kl. Schr., 700ff.) Μοῖσα δʼ οὕτω ποι παρέστα μοι (που, τοι vv. ll.) O. 3.4 ἄγει δὲ Χάρις φίλων ποί τινος ἀντὶ ἔργων ὀπιζομένα (ποίνιμος coni. Spiegel) P. 2.17 ἀκούοντί ποι χθονίᾳ φρενί P. 5.101
- enclit. adv. somewhither, Soph., Ar., etc.
-
…ἐπὶ θεωρίαν πώποτʼ ἐκ τῆς πόλεως ἐξῆλθες, ὅτι μὴ ἅπαξ εἰς Ἰσθμόν, οὔτε ἄλλοσε οὐδαμόσε, εἰ μή ποι στρατευσόμενος, οὔτε ἄλλην ἀποδημίαν ἐποιήσω πώποτε ὥσπερ οἱ ἄλλοι ἄνθρωποι, οὐδʼ ἐπιθυμία σε ἄλλης πόλεως οὐδὲ ἄλλων νόμων…
Plato, Crito
-
…ἐάντε τις βούληται ὑμῶν εἰς ἀποικίαν ἰέναι, εἰ μὴ ἀρέσκοιμεν ἡμεῖς τε καὶ ἡ πόλις, ἐάντε μετοικεῖν ἄλλοσέ ποι ἐλθών, ἰέναι ἐκεῖσε ὅποι ἂν βούληται, ἔχοντα τὰ αὑτοῦ. ὃς δʼ ἂν ὑμῶν παραμείνῃ, ὁρῶν ὃν…
Plato, Crito
-
…παραπαίειν ἡ τοῦδʼ εὐχή ; τί χαλᾷ μανιῶν ; ἀλλʼ οὖν ὑμεῖς γʼ αἱ πημοσύναις συγκάμνουσαι ταῖς τοῦδε τόπων μετά ποι χωρεῖτʼ ἐκ τῶνδε θοῶς, μὴ φρένας ὑμῶν ἠλιθιώσῃ βροντῆς μύκημʼ ἀτέραμνον. ἄλλο τι φώνει καὶ παραμυθοῦ μʼ ὅ…
Aeschylus, Prometheus Bound
-
…μεστὰ εἶναι · εἰ δὲ τὸ κράτιστον τῆς πόλεως προσφιλῶς ἡμῖν εἶχε, χαλεπὸν ἂν ἡγεῖσθαι εἶναι καὶ τὸ ἐπιβαίνειν ποι τῆς χώρας. ἃ δʼ αὖ εἶπεν ὡς ἐγώ εἰμι οἷος ἀεί ποτε μεταβάλλεσθαι, κατανοήσατε καὶ ταῦτα. τὴν…
Xenophon, Hellenica
-
…ἄνδρες Πελοποννήσιοι, οὔτε τὰς σπονδὰς λύομεν, Κερκυραίοις δὲ τοῖσδε ξυμμάχοις οὖσι βοηθοὶ ἤλθομεν. εἰ μὲν οὖν ἄλλοσέ ποι βούλεσθε πλεῖν, οὐ κωλύομεν · εἰ δὲ ἐπὶ Κέρκυραν πλευσεῖσθε ἢ ἐς τῶν ἐκείνων τι χωρίων, οὐ περιοψόμεθα…
Thucydides, The Peloponnesian War
-
…ἡμετέρους τιμωρουμένοις ἐμποδὼν ἵστασθε ὅπλα ἀνταιρόμενοι. εἰ δʼ ὑμῖν γνώμη ἐστὶ κωλύειν τε ἡμᾶς ἐπὶ Κέρκυραν ἢ ἄλλοσε εἴ ποι βουλόμεθα πλεῖν καὶ τὰς σπονδὰς λύετε, ἡμᾶς τούσδε πρώτους λαβόντες χρήσασθε ὡς πολεμίοις. οἱ μὲν δὴ τοιαῦτα εἶπον…
Thucydides, The Peloponnesian War
-
…ἐάντε γε ἀποκτεινύντες τινὰς ἢ καὶ ἐκβάλλοντες καθαίρωσιν ἐπʼ ἀγαθῷ τὴν πόλιν, εἴτε καὶ ἀποικίας οἷον σμήνη μελιττῶν ἐκπέμποντές ποι σμικροτέραν ποιῶσιν, ἤ τινας ἐπεισαγόμενοί ποθεν ἄλλους ἔξωθεν πολίτας ποιοῦντες αὐτὴν αὔξωσιν, ἕωσπερ ἂν ἐπιστήμῃ καὶ τῷ δικαίῳ…
Plato, Statesman
-
…ἀνιστάμενος πρὸς ἐμὲ εἶπεν, τί λέγεις, ἔφη, ὦ Σώκρατες ; ὑμεῖς μὲν πίνετε, ἐμὲ δὲ δεῖ ποι ἐξαναστῆναι · ἥξω δὲ ὀλίγον ὕστερον, ἐὰν τύχω. καί μοι ἐγένετο ἡ φωνή, καὶ εἶπον πρὸς αὐτόν…
Plato, Theages
-
…οὐδαμῶς ῥᾴδιον πολλὰ κακὰ δρῶντα τοὺς ἄλλους μὴ οὐ καὶ πάσχειν αὐτὸν πολλὰ ἕτερα. δεῖ δὲ οὐ μακρὰν ἐλθόντας ποι τὰ τοιαῦτα ἐναργῶς ἰδεῖν, ἀλλʼ ὅσα νῦν γέγονεν τῇδε, αὐτοῦ περὶ Σικελίαν, τῶν μὲν ἐπιχειρούντων δρᾶν ,…
Plato, Letters
-
…ἀλλὰ μὴν εἰ μηδαμοῦ γέ ἐστι τῶν ὄντων, ὡς οὐκ ἔστιν εἴπερ μὴ ἔστιν, οὐδʼ ἂν μεθίσταιτό ποθέν ποι. πῶς γάρ ; οὐκ ἄρα τῷ γε μεταβαίνειν κινοῖτʼ ἄν. οὐ γάρ. οὐδὲ μὴν ἐν τῷ αὐτῷ…
Plato, Parmenides