ἐπικουρία
ἐπικουρία, aid, succour
- aid, succour, Hdt. 6.100, 108, A. Pers. 731 (troch.), etc.; ἐπικουρίας δεῖσθαι Th. 1.32, X. Oec. 17.13; τῆς ἐνδείας ἐ. τὸ κέρδος Arist. EN 1163b4; ἐ. ποιεῖσθαί τινι Th. 1.33; ἐ. λαβεῖν, ἔχειν, E. Or. 266, Pl. Grg. 492c; ἀπολογίας towards oneʼs defence, D. 49.50; σκυτίνη ʼπικ., = ὄλισβος, Ar. Lys. 110.
- II auxiliary force, A. Supp. 721, Th. 7.59 (pl.), Hdt. 5.63.
- 2 position of the ἐπίκουροι (in Platoʼs Republic), Pl. R. 415c.
- III prayer for aid, entreaty, SIG 1015.24 (Halic., iii B.C.).
- Iaid, succour, Hdt., Aesch., etc.
- IIan auxiliary or mercenary force, Hdt., Thuc.
-
…ἔτυχε παρηνώχλουν τοῖς τε Καρχηδονίοις καὶ τοῖς Συρακοσίοις καὶ πολλὰ μέρη τῆς Σικελίας ἐφορολόγουν. ἐπεὶ δʼ ἐστερήθησαν τῆς προειρημένης ἐπικουρίας, συγκλεισθέντων τῶν τὸ Ῥήγιον κατεχόντων εἰς τὴν πολιορκίαν, παρὰ πόδας ὑπὸ τῶν Συρακοσίων αὐτοὶ πάλιν συνεδιώχθησαν εἰς τὴν…
Polybius, Histories
-
…μόνον δυνάμει περιγενέσθαι, καὶ ἅμα μέγας ὁ κίνδυνος εἰ ἐσόμεθα ὑπʼ αὐτοῖς, ἀνάγκη καὶ ὑμῶν καὶ ἄλλου παντὸς ἐπικουρίας δεῖσθαι, καὶ ξυγγνώμη εἰ μὴ μετὰ κακίας, δόξης δὲ μᾶλλον ἁμαρτίᾳ τῇ πρότερον ἀπραγμοσύνῃ ἐναντία τολμῶμεν. γενήσεται…
Thucydides, The Peloponnesian War
-
…Κερκυραῖοι ἔλεξαν τοιάδε. Δίκαιον, ὦ Ἀθηναῖοι, τοὺς μήτε εὐεργεσίας μεγάλης μήτε ξυμμαχίας προυφειλομένης ἥκοντας παρὰ τοὺς πέλας ἐπικουρίας, ὥσπερ καὶ ἡμεῖς νῦν, δεησομένους ἀναδιδάξαι πρῶτον, μάλιστα μὲν ὡς καὶ ξύμφορα δέονται, εἰ δὲ μή…
Thucydides, The Peloponnesian War
-
…εἰς τέλος ἐκύρωσε τὴν γνώμην διὰ τὰς ἄρτι ῥηθείσας αἰτίας. ἐδόκει γὰρ τὰ περὶ τὴν ἀλογίαν τῆς τοῖς Μαμερτίνοις ἐπικουρίας ἰσορροπεῖν τοῖς ἐκ τῆς βοηθείας συμφέρουσιν. οἱ δὲ πολλοὶ τετρυμένοι μὲν ὑπὸ τῶν προγεγονότων πολέμων καὶ προσδεόμενοι παντοδαπῆς ἐπανορθώσεως…
Polybius, Histories
-
…οὐ φίλη. πρέπουσι δʼ ἄνδρες νάιοι μελαγχίμοις γυίοισι λευκῶν ἐκ πεπλωμάτων ἰδεῖν, καὶ τἄλλα πλοῖα πᾶσά θʼ ἡ ʼπικουρία εὔπρεπτος · αὐτὴ δʼ ἡγεμὼν ὑπὸ χθόνα στείλασα λαῖφος παγκρότως ἐρέσσεται. ἀλλʼ ἡσύχως χρὴ καὶ σεσωφρονισμένως πρὸς πρᾶγμʼ ὁρώσας…
Aeschylus, Suppliant Women
-
…ὑμῖν πειθομένοις καλὴ ἡ ξυντυχία κατὰ πολλὰ τῆς ἡμετέρας χρείας, πρῶτον μὲν ὅτι ἀδικουμένοις καὶ οὐχ ἑτέρους βλάπτουσι τὴν ἐπικουρίαν ποιήσεσθε, ἔπειτα περὶ τῶν μεγίστων κινδυνεύοντας δεξάμενοι ὡς ἂν μάλιστα μετʼ αἰειμνήστου μαρτυρίου τὴν χάριν καταθήσεσθε · ναυτικόν τε…
Thucydides, The Peloponnesian War
-
…αὐτὸς δὲ παραγενόμενος εἰς τὰς Συρακούσας βασιλεὺς ὑπὸ πάντων προσηγορεύθη τῶν συμμάχων. Οἱ δὲ Μαμερτῖνοι πρότερον μὲν ἐστερημένοι τῆς ἐπικουρίας τῆς ἐκ τοῦ Ῥηγίου, καθάπερ ἀνώτερον εἶπον, τότε δὲ τοῖς ἰδίοις πράγμασιν ἐπταικότες ὁλοσχερῶς διὰ τὰς νῦν ῥηθείσας…
Polybius, Histories
-
…περιέχοντες καὶ πᾶσι τοῖς τῆς Ἰταλίας μέρεσιν ἐπικείμενοι. διότι δὲ ταχέως ὑφʼ αὑτοὺς ποιήσονται τὴν Σικελίαν, μὴ τυχόντων ἐπικουρίας τῶν Μαμερτίνων, προφανὲς ἦν. κρατήσαντες γὰρ ἐγχειριζομένης αὐτοῖς τῆς Μεσσήνης ἔμελλον ἐν ὀλίγῳ χρόνῳ τὰς Συρακούσας ἐπανελέσθαι διὰ…
Polybius, Histories
-
…δὲ λαὸς πᾶς κατέφθαρται δορί ; πρὸς τάδʼ ὡς Σούσων μὲν ἄστυ πᾶν κενανδρίαν στένει. ὦ πόποι κεδνῆς ἀρωγῆς κἀπικουρίας στρατοῦ. Βακτρίων δʼ ἔρρει πανώλης δῆμος, οὐδέ τις γέρων. ὦ μέλεος, οἵαν ἄρʼ ἥβην ξυμμάχων ἀπώλεσεν…
Aeschylus, Persians
-
…ἂν αὖ ἐκ τούτων τις ὑπόχρυσος ἢ ὑπάργυρος φυῇ, τιμήσαντες ἀνάξουσι τοὺς μὲν εἰς φυλακήν, τοὺς δὲ εἰς ἐπικουρίαν, ὡς χρησμοῦ ὄντος τότε τὴν πόλιν διαφθαρῆναι, ὅταν αὐτὴν ὁ σιδηροῦς φύλαξ ἢ ὁ χαλκοῦς φυλάξῃ. τοῦτον…
Plato, Republic