δεσμωτήριον
δεσμωτήριον, a prison
- prison, Th. 6.60, Pl. Grg. 486a, D. 9.60, etc.; δ. ἀνδρῶν Hdt. 3.23: pl., = Lat. ergastula, Plu. TG 8.
prisión, cárcel
πολλοὶ ... ἄνθρωποι ἐν τῷ δεσμωτηρίῳ ἦσαν
εἰς τὸ δ. ἀπάγειν
εἰς τὸ δ. ἀποτεθέντων
ἐκ τοῦ [δε]σμωτηρί[ου] ἐξαιρεῖν
ἐν χαλκῷ δεσμωτηρίῳ δεδεμένοι
encadenados en una prisión broncíneaἐν οἴκῳ τοῦ δεσμωτηρίου
ὁ μὴ δοὺς τοῖς δεσμωτηρίοις ὡς πονηρὸς ἐγκατελείπετο
• fig.
τὸ περὶ τὰ ἐγκύκλια καὶ πολιτικὰ δ.
πλούτου δεσμωτήρια
prisiones de riqueza de la atesorada por los avarosεἶναι ... τὸν κόσμον ... δ. ὑπὸ τῶν θεῶν κατεσκευασμένον
ὦ ἡσυχία δ. παθῶν
- a prison, Hdt., Thuc.
-
…εἰς ἄστυ, πευσόμενον περὶ τοῦ ἀδελφοῦ · ἥκων δὲ ἔλεγεν ὅτι Ἐρατοσθένης αὐτὸν ἐν τῇ ὁδῷ λαβὼν εἰς τὸ δεσμωτήριον ἀπαγάγοι. καὶ ἐγὼ τοιαῦτα πεπυσμένος τῆς ἐπιούσης νυκτὸς διέπλευσα Μέγαράδε. Πολεμάρχῳ δὲ παρήγγειλαν οἱ τριάκοντα τοὐπʼ ἐκείνων εἰθισμένον…
Lysias, Speeches
-
…παρὰ τὸν Σωκράτη, συλλεγόμενοι ἕωθεν εἰς τὸ δικαστήριον ἐν ᾧ καὶ ἡ δίκη ἐγένετο · πλησίον γὰρ ἦν τοῦ δεσμωτηρίου. περιεμένομεν οὖν ἑκάστοτε ἕως ἀνοιχθείη τὸ δεσμωτήριον, διατρίβοντες μετʼ ἀλλήλων, ἀνεῴγετο γὰρ οὐ πρῴ · ἐπειδὴ δὲ…
Plato, Phaedo
-
…φῂς τοῖς βουλομένοις ἡμᾶς ἀπολέσαι, ἐπειδὴ δὲ ἐπὶ σοὶ μόνῳ ἐγένετο καὶ σῶσαι Πολέμαρχον καὶ μή, εἰς τὸ δεσμωτήριον ἀπήγαγες ; εἶθʼ ὅτι μέν, ὡς φῄς, ἀντειπὼν οὐδὲν ὠφέλησας, ἀξιοῖς χρηστὸς νομίζεσθαι, ὅτι δὲ συλλαβὼν…
Lysias, Speeches
-
…ἀγαθὸν πρὸς τοὺς ἐπὶ Φυλῇ, ἐλθὼν μετὰ τῶν συναρχόντων εἰς Σαλαμῖνα καὶ Ἐλευσῖνάδε τριακοσίους τῶν πολιτῶν ἀπήγαγεν εἰς τὸ δεσμωτήριον, καὶ μιᾷ ψήφῳ αὐτῶν ἁπάντων θάνατον κατεψηφίσατο. ἐπειδὴ δὲ εἰς τὸν Πειραιᾶ ἤλθομεν καὶ αἱ ταραχαὶ γεγενημέναι ἦσαν…
Lysias, Speeches
-
…δὴ ἕλωμαι ὧν εὖ οἶδά τι κακῶν ὄντων τούτου τιμησάμενος ; πότερον δεσμοῦ ; καὶ τί με δεῖ ζῆν ἐν δεσμωτηρίῳ, δουλεύοντα τῇ ἀεὶ καθισταμένῃ ἀρχῇ, τοῖς ἕνδεκα ; ἀλλὰ χρημάτων καὶ δεδέσθαι ἕως ἂν ἐκτείσω ; ἀλλὰ ταὐτόν…
Plato, Apology
-
…δικαστήριον ἐν ᾧ καὶ ἡ δίκη ἐγένετο · πλησίον γὰρ ἦν τοῦ δεσμωτηρίου. περιεμένομεν οὖν ἑκάστοτε ἕως ἀνοιχθείη τὸ δεσμωτήριον, διατρίβοντες μετʼ ἀλλήλων, ἀνεῴγετο γὰρ οὐ πρῴ · ἐπειδὴ δὲ ἀνοιχθείη, εἰσῇμεν παρὰ τὸν Σωκράτη καὶ τὰ…
Plato, Phaedo
-
…Φαίδων Ἐχεκράτης Φαίδων αὐτός, ὦ Φαίδων, παρεγένου Σωκράτει ἐκείνῃ τῇ ἡμέρᾳ ᾗ τὸ φάρμακον ἔπιεν ἐν τῷ δεσμωτηρίῳ, ἢ ἄλλου του ἤκουσας ; αὐτός, ὦ Ἐχέκρατες. τί οὖν δή ἐστιν ἅττα εἶπεν ὁ ἀνὴρ πρὸ…
Plato, Phaedo
-
…Κρίτωνος ; ἐκεῖ γὰρ δὴ πλείστη ἀταξία καὶ ἀκολασία, καὶ ἴσως ἂν ἡδέως σου ἀκούοιεν ὡς γελοίως ἐκ τοῦ δεσμωτηρίου ἀπεδίδρασκες σκευήν τέ τινα περιθέμενος, ἢ διφθέραν λαβὼν ἢ ἄλλα οἷα δὴ εἰώθασιν ἐνσκευάζεσθαι οἱ ἀποδιδράσκοντες, καὶ τὸ…
Plato, Crito
-
…τὴν αἰτίαν εἰπεῖν διʼ ἥντινα ἔμελλεν ἀποθανεῖσθαι · οὕτω πολλοῦ ἐδέησε κριθῆναι καὶ ἀπολογήσασθαι. καὶ ἐπειδὴ ἀπεφέρετο ἐκ τοῦ δεσμωτηρίου τεθνεώς, τριῶν ἡμῖν οἰκιῶν οὐσῶν ; ἐξ ; οὐδεμιᾶς εἴασαν ἐξενεχθῆναι, ἀλλὰ κλεισίον μισθωσάμενοι προὔθεντο αὐτόν. καὶ…
Lysias, Speeches
-
…πολλὰ διημερεύομεν μετʼ αὐτοῦ. καὶ δὴ καὶ τότε πρῳαίτερον συνελέγημεν · τῇ γὰρ προτεραίᾳ ἡμέρᾳ ἐπειδὴ ἐξήλθομεν ἐκ τοῦ δεσμωτηρίου ἑσπέρας, ἐπυθόμεθα ὅτι τὸ πλοῖον ἐκ Δήλου ἀφιγμένον εἴη. παρηγγείλαμεν οὖν ἀλλήλοις ἥκειν ὡς πρῳαίτατα εἰς τὸ εἰωθός…
Plato, Phaedo